Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.149 Joseph. AJ 2.153 (English) >>Joseph. AJ 2.157

2.151γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ κακία σε παροξύνει νῦν ἡμετέρα, τὸ κατʼ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. 2.152ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δʼ ἐπʼ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφʼ οἷς πείσεται τῶν παίδων στερούμενος. 2.153σὸν οὖν, παρέσχεν ἡμῖν θεὸς ταῦτʼ ἔχοντʼ ἐξουσίαν ἀφελέσθαι δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι· τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδʼ ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δʼ ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα. 2.154σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν· οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλʼ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.149 Joseph. AJ 2.153 (English) >>Joseph. AJ 2.157

Powered by PhiloLogic